Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.193 Joseph. AJ 10.196 (English) >>Joseph. AJ 10.200

10.195

Μετὰ δʼ ἔτος δεύτερον τῆς Αἰγύπτου πορθήσεως βασιλεὺς Ναβουχοδονόσορος ὄναρ ἰδὼν θαυμαστόν, οὗ τὴν ἔκβασιν κατὰ τοὺς ὕπνους αὐτὸς αὐτῷ ἐδήλωσεν θεός, τούτου μὲν ἐπιλανθάνεται διαναστὰς ἐκ τῆς κοίτης, μεταπεμψάμενος δὲ τοὺς Χαλδαίους καὶ τοὺς μάγους καὶ τοὺς μάντεις, ὡς εἴη τι ὄναρ ἑωρακὼς ἔλεγεν αὐτοῖς, καὶ τὸ συμβεβηκὸς περὶ τὴν λήθην ὧν εἶδε μηνύων ἐκέλευεν αὐτοὺς λέγειν, ὅτι τε ἦν τὸ ὄναρ καὶ τί τὸ σημεῖον. 10.196τῶν δὲ ἀδύνατον εἶναι λεγόντων ἀνθρώποις τοῦτο εὑρεῖν, εἰ δὲ αὐτοῖς ἐκθοῖτο τὴν ὄψιν τοῦ ἐνυπνίου φράσειν τὸ σημεῖον ὑποσχομένων, θάνατον ἠπείλησεν αὐτοῖς, εἰ μὴ τὸ ὄναρ εἴποιεν, προσέταξε τε πάντας αὐτοὺς ἀναιρεθῆναι ποιῆσαι τὸ κελευσθὲν ὁμολογήσαντας μὴ δύνασθαι. 10.197Δανίηλος δʼ ἀκούσας, ὅτι προσέταξε πάντας τοὺς σοφοὺς βασιλεὺς ἀποθανεῖν, ἐν τούτοις δὲ καὶ αὐτὸν μετὰ τῶν συγγενῶν κινδυνεύειν, πρόσεισιν Ἀριόχῃ τῷ τὴν ἐπὶ τῶν σωματοφυλάκων τοῦ βασιλέως ἀρχὴν πεπιστευμένῳ. 10.198δεηθεὶς δὲ παρʼ αὐτοῦ τὴν αἰτίαν μαθεῖν, διʼ ἣν βασιλεὺς πάντας εἴη προστεταχὼς ἀναιρεθῆναι τοὺς σοφοὺς καὶ Χαλδαίους καὶ μάγους, καὶ μαθὼν τὸ περὶ τὸ ἐνύπνιον καὶ ὅτι κελευσθέντες ὑπὸ τοῦ βασιλέως τοῦτʼ αὐτῷ δηλοῦν ἐπιλελησμένῳ φήσαντες μὴ δύνασθαι παρώξυναν αὐτόν, παρεκάλεσε τὸν Ἀριόχην εἰσελθόντα πρὸς τὸν βασιλέα μίαν αἰτήσασθαι νύκτα τοῖς μάγοις καὶ ταύτῃ τὴν ἀναίρεσιν ἐπισχεῖν· ἐλπίζειν γὰρ διʼ αὐτῆς δεηθεὶς τοῦ θεοῦ γνώσεσθαι τὸ ἐνύπνιον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.193 Joseph. AJ 10.196 (English) >>Joseph. AJ 10.200

Powered by PhiloLogic